Athenaeus, xi. 498. A.
... τῷ δὲ Μάρης θοὸς ἄγγελος ἧλθε δ' οἴκου
πλήσας δ' ἀργύρεον σκύπφον φέρε, δῶκε δ' ἄνακτι.
Ib. B.
καὶ τότε Μάντης μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δ᾿ ἐπὶ νῶτ᾿ ἐπεμαίετο· τῷ δ᾿ ἐπ᾿ ὄπισθεν
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
Athenaeus, xiii. p. 609 e. Ἡσίοδος δ' ἐν τρίτῳ
Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα
εἶπεν.
Strabo, xiv. p. 676. Ἡσίοδος δ' ἐν Σόλοις ὑπὸ
Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Ἀμφίλοχόν φησιν.
Clement of Alexandria, Stromateis, v. p. 259.
μάντις δ' οὐδείς ἐστιν ἐπιχθπνίων ἀνθρώπων
ὅστις ἄν εἰδείς Ζηνὸς νόον αἰγιόχοιο.
|