Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/326

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

HESIOD

2.

Scholiast on Apollonius Rhodius, Arg. iv. 816. 
τὸν Αἰγίμιον ποιήσας ἐν δευτέρῳ φησὶν ὅτι ἡ
Θέτις εἰς λέβητα ὕδατος ἔβαλλεν τοὺς ἐκ Πηλέως
γεννωμένους, γνῶναι βουλομένη εἰ Θνητοί εἰσιν
... καὶ δὴ πολλῶν διαφθαρέντων ἀγανακτῆσαι
τὸν Πηλέα καὶ κωλῦσαι τὸν Ἀχιλλέα ἐμβληθῆναι
εἰς λέβητα.

3.

Apollodorus, ii. 1. 3. 1. Ἡσίοδος δὲ καὶ
Ἀκουσίλαος Πειρῆνος αὐτήν (Ἰώ) φασιν εἶναι. ταύτην
ἱερωσύνην τῆς Ἥρας ἔχουσιν Ζεὺς ἔφθειρε.
φωραθεὶς δὲ ὑφ' Ἥρας τῆς μὲν κόρης ἁψάμενος εἰς
βοῦν μετεμόρφωσε λευκήν, ἀπωμόσατο δὲ ταύτῃ
μὴ συνελθεῖν. διό φησιν Ἡσίοδος οὐκ ἐπισπᾶσθαι
τὴν ἀπὸ τῶν θεῶν ὀργὴν τοὺς γινομένους
ὅρκους ὑπὲρ ἔρωτος.
 ἐκ τοῦ δ' ὅρκον ἔθηκεν ἀποίνιμον ἀνθρώποισι
 νοσφιδίων ἔργων πέρι Κύπριδος.

4.

Herodian in Stephanus of Byzantium.
νήσῳ ἐμ Ἀβαντίδι δίῃ,
τὴν πρὶν Ἀβαντίδα κίκλῃσκον θεοὶ αἰὲν ἐόντες,
Εὔβοιαν δὲ βοὸς τότ' ἐπώνυμον ὠνόμασεν Ζεύς.

5.

Schol. on Euripides Phoen. 1116.
καὶ οἱ ἐπίσκοπον Ἆργον ἵει κρατερόν τε μέγαν ἔνθα·
ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος
πίπτειν ἐπὶ βλεφάροις, φυλακὴν δ' ἔχειν ἔμπεδον αἱεί.

272