Clement of Alexandria, Protrept, c. vii. p. 21.
αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν
ἀθανάτων τέ οἰ οὒ τις ἐρήρισται κράτος ἄλλος.
Anecd. Oxon (Cramer), i. p. 148.
δῶρα θεῶν μακάρων πλῆσθαι χθονί.
Clement of Alexandria, Strom, i. p. 123.
Μουσάων, αἴτ' ἄνδρα πολυφραδέοντα τιθεῖσι
θέσπιον αὐδήεντα.
Strabo, x. p. 471.
[τάων δ'] οὒρειαι Νύμφαι θεαὶ ἐξεγένοντο
καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν
Κοῦρητές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.
Schol. on Apoll. Rhod. Arg. i. 824.
θεσσάμενος γενεὴν Κλεοδαίον κυδαλιμοιο.
Suidas, s.v. ἀλκή.
ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδῃσι,
νοῦν δ' Ἀμυθαονίδαις, πλοῦτον δ' ἔπορ' Ἀτρείδῃσιν.
Schol. on Homer, Iliad, xiii. 155.
τῇδε γὰρ ἀξυλίῃ κατεπύθετο κηλεα νηῶν.
Etymologicum Magnum.
οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν.
Schol. on Homer, Iliad, xxiv. 624.
ὤπτησαν μὲν πρῶτα, περιφραδέως δ' ἐρύσαντο.
|