Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/342

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
 Ἵληθ᾽, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σ᾽ ἀοιδοὶ
ᾁδομεν ἀρχόμενοι λήγοντές τ᾽· οὐδέ πῃ ἔστι
σεῖ᾽ ἐπιληθομένῳ
[1] ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ᾽ εἰραφιῶτα, 20
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.


II

ΕΙΣ ΔΗΜΗΤΡΑΝ


 Δήμητρ᾽ ἠύκομον, σεμνὴν θεόν, ἄρχομ᾽ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις 5
ἄνθεά τ᾽ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ᾽ ἴα καλὰ
λειμῶν᾽ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ᾽ ὑάκινθον
νάρκισσόν θ᾽, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι 10
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
κὦζ᾽ ἥδιστ᾽ ὀδμή,
[2] πᾶς τ᾽ οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶσ᾽ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
ἣ δ᾽ ἄρα θαμβήσασ᾽ ὠρέξατο χερσὶν ἅμ᾽ ἄμφω 15
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια

  1. Allen : ἐπιλαθόμενοι, M.
  2. Tyrrell : κῶδις τ᾽ ὀδμῆ, M.
288