Jump to content

Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/346

From Wikisource
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

κυάνεον δὲ κάλυμμα κατ’ ἀμφοτέρων βάλετ’ ὤμων,
σεύατο δ’ ὥστ’ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη· τῇ δ’ οὔτις ἐτήτυμα μυθήσασθαι
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, 45
οὔτ’ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
πάσσατ’ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.  50
ἀλλ’ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
 Πότνια Δημήτηρ, ὡρηφόρε ἀγλαόδωρε,
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων 55
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκους’, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην· σοὶ δ’ ὦκα λέγω νημερτέα πάντα.
 Ὣς ἄρ’ ἔφη Ἑκάτη· τὴν δ’ οὐκ ἠμείβετο μύθῳ
Ῥείης ἠυκόμου θυγάτηρ ἀλλ’ ὦκα σὺν αὐτῇ 60
ἤιξ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δ’ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δ’ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
 Ἠέλι’, αἴδεσσαί με θεὰν σύν περ,
[1] εἴ ποτε δή σευ
ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· 65
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπ’ ἄκουσα δι’ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, 70
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴπου ὄπωπας,

  1. Ludwich: θέας ὕπερ, M.
292