Jump to content

Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/350

From Wikisource
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, 100
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες 105
ἐρχόμεναι μεθ᾽ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τ᾽ ἐρόεσσα
Καλλιθόη θ᾽, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· 110
οὐδ᾽ ἔγνον·
[1] χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δ᾽ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
 Τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα 115
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
 Ὣς ἔφαν· ἣ δ᾽ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
τέκνα φίλ᾽, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
χαίρετ᾽· ἐγὼ δ᾽ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς 120
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ
[2] ἐμοί γ᾽ ὄνομ᾽ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ᾽ ἀέκουσαν ἀνάγκῃ
ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα 125
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
δεῖπνόν τ᾽ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
ἀλλ᾽ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·

  1. Cobet : ἔγνων, M.
  2. Passow : Δὼς, M.
296