Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/354

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς 160
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ᾽ ἀνώγῃ
ἡμέτερόνδ᾽ ἰέναι μηδ᾽ ἄλλων δώματ᾽ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. 165
εἰ τόν γ᾽ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
 Ὣς ἔφαθ᾽· ἣ δ᾽ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. 170
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλ᾽ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ᾽ ἀπείρονι μισθῷ.
αἳ δ᾽ ὥστ᾽ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
ἅλλοντ᾽ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, 175
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατ᾽ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δ᾽ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
κάλλιπον· αὐτὰρ ἔπειτα φίλου
[1] πρὸς δώματα πατρὸς  180
ἡγεῦνθ᾽· ἣ δ᾽ ἄρ᾽ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
 Αἶψα δὲ δώμαθ᾽ ἵκοντο διοτρεφέος Κελεοῖο,
βὰν δὲ δι᾽ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ 185

  1. Matthiae : φίλα, M.
300