χρίεσκ᾽ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμ᾽ ἐτέτυκτο, 240
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τ᾽ ἀθάνατόν τε,
εἰ μὴ ἄρ᾽ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτ᾽ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ 245
δείσασ᾽ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
Τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ[1]
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
Ὣς φάτ᾽ ὀδυρομένη· τῆς δ᾽ ἄιε δῖα θεάων. 250
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ᾽ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε[2] πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ᾽ αἰνῶς,
καί ῥ᾽ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· 255
Νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ᾽ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα 260
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
νῦν δ᾽ οὐκ ἔσθ᾽ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
τιμὴ δ᾽ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων