Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/362

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
ὥρῃσιν δ᾽ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν 265
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ᾽ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τ᾽ ὄνεαρ καὶ χάρμα τέτυκται.
ἀλλ᾽ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ᾽ αὐτῷ 270
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δ᾽ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
 Ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε 275
γῆρας ἀπωσαμένη· περί τ᾽ ἀμφί τε κάλλος ἄητο·
ὀδμὴ δ᾽ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
αὐγῆς δ᾽ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· 280
βῆ δὲ διὲκ μεγάρων· τῆς δ᾽ αὐτίκα γούνατ᾽ ἔλυντο,
δηρὸν δ᾽ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα  285
παῖδ᾽ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
ἣ δ᾽ ἄρα πῦρ ἀνέκαι᾽· ἣ δ᾽ ἔσσυτο πόσσ᾽ ἁπαλοῖσι
μητέρ᾽ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
ἀμφαγαπαζόμεναι· τοῦ δ᾽ οὐ μειλίσσετο θυμός· 290
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.

308