Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/370

From Wikisource
Jump to navigation Jump to search
This page has been proofread, but needs to be validated.

THE HOMERIC HYMNS

ἣ δ᾽ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα 380
οὔθ᾽ ὕδωρ ποταμῶν οὔτ᾽ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτ᾽ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλ᾽ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δ᾽ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα 385
ἤιξ᾽, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνη δ᾽ ἑτέρ[ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ[1]]
μητρὸς ἑῆς κατ᾽ [ἄρ᾽ ἥ γ᾽ ὄχεα προλιποῦσα καὶ ἵππους]
ἆλτο θέει[ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·]
τῇ δὲ [φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ] 390
α[ἶψα δόλον θυμός τιν᾽ ὀίσατο, τρέσσε δ᾽ ἄρ᾽ αἰνῶς]
παυομ[ένη φιλότητος, ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ·]
τέκνον, μή ῥά τι μοι σ[ύ γε πάσσαο νέρθεν ἐοῦσα]
βρώμης; ἐξαύδα, μ[ὴ κεῦθ᾽, ἵνα εἴδομεν ἄμφω·]
ὣς μὲν γάρ κεν ἐοῦσα π[αρὰ στυγεροῦ Ἀίδαο] 395
καὶ παρ᾽ ἐμοὶ καὶ πατρὶ κελ[αινεφέϊ Κρονίωνι]
ναιετάοις πάντεσσι τετιμ[ένη ἀθανάτοι]σιν.
εἰ δ᾽ ἐπάσω, πάλιν αὖτις ἰοῦσ᾽ ὑπ[ὸ κεύθεσι γαίης]
οἰκήσεις ὡρέων τρίτατον μέρ[ος εἰς ἐνιαυτόν,]
τὰς δὲ δύω παρ᾽ ἐμοί τε καὶ [ἄλλοις ἀθανά]τοισιν. 400
ὁππότε δ᾽ ἄνθεσι γαῖ᾽ εὐώδε[σιν] εἰαρινο[ῖσι]
παντοδαποῖς θάλλῃ, τόθ᾽ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ᾽ ἀνθρώποις.
[εἶπε δὲ πῶς σ᾽ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα[2]] 403a
καὶ τίνι σ᾽ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;

  1. The restorations of this and the following lines are those printed in the Oxford (1911) text.
  2. Allen.
316