Jump to content

Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu/596

From Wikisource
This page has been proofread, but needs to be validated.


ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ



 Ἀρχόμενος πρῶτον Μουσῶν χορὸν ἐξ Ἑλικῶνος
ἐλθεῖν εἰς ἐμὸν ἧτορ ἐπεύχομαι εἵνεκ’ ἀοιδῆς,
ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
εὐχόμενος μερόπεσσιν ἐν οὔατα πᾶσι βαλέσθαι 5
πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
ὡς ἔπος ἐν θνητοῖσιν ἔην· τοίην δ’ ἔχεν ἀρχήν.
 Μῦς ποτε διψαλέος, γαλέης κίνδυνον ἀλύξας,
πλησίον ἐν λίμνῃ ἁπαλὸν προσέθηκε γένειον, 10
ὕδατι τερπόμενος μελιηδέι· τὸν δὲ κατεῖδεν
λιμνόχαρις πολύφημος, ἔπος δ’ ἐφθέγξατο τοῖον·
 Ξεῖνε, τίς εἶ; πόδεν ἦλθες ἐπ’ ᾐόνας; τίς δέ σ’ ὁ φυσάς;
πάντα δ’ ἀλήθευσον· μὴ ψευδόμενόν σε νοήσω.
εἰ γάρ σε γνοίην φίλον ἄξιον, ἐς δόμον ἄξω· 15
δῶρα δέ τοι δώσω ξεινήια πολλὰ καὶ ἐσθλά.
εἰμὶ δ’ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·
καί με πατὴρ Πηλεὺς ἀνεδρέψατο, Ὑδρομεδούσῃ
μιχθεὶς ἐν φιλότητι παρ’ ὄχθας Ἠριδανοῖο. 20
καὶ σὲ δ’ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,
σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴν
ἔμμεναι· ἀλλ’ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.

542