CONTEST OF HOMER AND HESIOD
Ἡσίοδος ἀχθεσθεὶς ἐπὶ τῇ Ὁμήρου εὐημερίᾳ ἐπὶ
τὴν τῶν ἀπόρων ὥρμησεν ἐπερώτησιν καί φησι
τούσδε τοὺς στίχους·
Μοῦσ’ ἄγε[1] μοι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα
τῶν μὲν μηδὲν ἄειδε, σὺ δʼ ἄλλης μνῆσαι ἀοιδῆς.
δὲ Ὅμηρος, βουλόμενος ἀκολούθως τὸ ἄπορον
λῦσαι φησίν·
Οὐδέ ποτʼ ἀμφὶ Διὸς τύμβῳ καναχήποδες ἵπποι
ἅρματα συντρίψουσιν ἐρίζοντες περὶ νίκης.
Καλῶς δὲ καὶ ἐν τούτοις ἀπαντήσαντος ἐπὶ τὰς
ἀμφιβόλους γνώμας ὥρμησεν ὁ Ἡσίοδος, καὶ
πλείονας στίχους λέγων ἠξίου καθʼ ἕνα ἕκαστον
συμφώνως ἀποκρίνασθαι τὸν Ὅμηρον. ἔστιν οὖν
ὁ μὲν πρῶτος Ἡσιόδου, ὁ δὲ ἑξῆς Ὁμήρου, ἐνίοτε
δὲ καὶ διὰ δύο στίχων τὴν ἐπερώτησιν ποιουμένου
τοῦ Ἡσιόδου·
Δεῖπνον ἔπειθʼ εἵλοντο βοῶν κρέα, καὐχένας ἵππων
Ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμοιο κορέσθην.
317 Καὶ Φρύγες, οἳ πάντων ἀνδρῶν ἐπὶ νηυσὶν ἄριστοι
Ἀνδράσι ληιστῆρσιν ἐπʼ ἀκτῆς δόρπον ἑλέσθαι.
Χερσὶ βαλέων ἰοὺς [2] οὔλων [3] κατὰ φῦλα γιγάντων
|
- ↑ MSS. : ἄ γέ μοι, Flach.
- ↑ Nietzsche : ἰοῖσιν, MS.
- ↑ Rzach : ἄλλων, MS.
574