οὐδὲ τό γ᾽ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. 365
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
μεσσόθι φείδεσθαι· δειλὴ δ᾽ ἐνὶ πυθμένι φειδώ.
Μισθὸς δ᾽ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω. 370
καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
πίστεις γάρ[1] τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
Μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ᾽ ὅ γε φηλήτῃσιν. 375
Μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ᾽ ἐγκαταλείπων.
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
πλείων μὲν πλεόνων μελέτη, μείζων δ᾽ ἐπιθήκη. 380
Σοὶ δ᾽ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
ὧδ᾽ ἔρδειν, καὶ ἔργον ἐπ᾽ ἔργῳ ἐργάζεσθαι.
Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
ἄρχεσθ᾽ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα 385
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης
ἐγγύθι ναιετάουσ᾽, οἵ τ᾽ ἄγκεα βησσήεντα,
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον 390
ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
γυμνὸν δ᾽ ἀμάειν, εἴ χ᾽ ὥρια πάντ᾽ ἐθέλῃσθα