θυμὸν ἔχων· τοῦ δ᾽ οὔτι νεώτερος ἄλλος ἀμείνων 445
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
κουρότερος γὰρ ἀνὴρ μεθ᾽ ὁμήλικας ἐπτοίηται.
Φράζεσθαι δ᾽, εὖτ᾽ ἂν γεράνου φωνὴν ἐπακούσῃς
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·
ἥτ᾽ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην 450
δεικνύει ὀμβρηροῦ· κραδίην δ᾽ ἔδακ᾽ ἀνδρὸς ἀβούτεω·
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
ῥηίδιον δ᾽ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
φησὶ δ᾽ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, 455
νήπιος, οὐδὲ τὸ οἶδ᾽· ἑκατὸν δέ τε δούρατ᾽ ἀμάξης,
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
Εὖτ᾽ ἂν δὲ πρώτιστ᾽ ἄροτος θνητοῖσι φανείῃ,
δὴ τότ᾽ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ᾽ ὥρην, 460
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σ᾽ ἀπατήσει.
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
Εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θ᾽ ἁγνῇ, 465
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
ἀρχόμενος τὰ πρῶτ᾽ ἀρότου, ὅτ᾽ ἂν ἄκρον ἐχέτλης
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη 470
σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη