This page does not need to be proofread.
40
ΑΛΗΘΟΥΣ ΙΣΤΟΡΙΑΣ. A.16.
καὶ ὁ βασιλεὺς τοὺς ἀρίστους περὶ αὑτὸν ἔχων· καὶ ἡμεῖς ἐν τούτοις ἦμεν· τό δὲ εὐώνυμον οἱ Λαχανόπτεροι· τὸ δὲ μέσον οἱ σύμμαχοι ὡς ἕκαστοι. τὸ δὲ πεζὸν ἦσαν μὲν ἀμφὶ τὰς ἑξακισχιλίας μυριάδας. ἐτάχθησαν δὲ οὕτως· ἀράχναι παρ᾽ αὐτοῖς πολλοὶ καὶ μεγάλοι γίνονται πολὺ τῶν Κυκλάδων νήσων ἕκαστος μείζων. τούτοις προσέταξε διυφῆναι τὸν μεταξὺ τῆς Σελήνης καὶ τοῦ Ἑωσφόρου ἀέρα. ὡς δὲ τάχιστα ἐξειργάσαντο καὶ πεδίον ἐποίησαν, ἐπὶ τούτου παρέταξε τὸ πεζόν· ἡγεῖτο δὲ αὐτῶν Νυκτερίων ὁ Εὐδιάνακτος τρίτος αὐτός.
16. Τῶν δὲ πολεμίων τὸ μὲν εἰώνυμον εἶχον οἱ Ἱππομύρμηκες καὶ ἐν αὐτοῖς ὁ