Page:Marcus Aurelius (Haines 1916).djvu/42

From Wikisource
Jump to navigation Jump to search
This page needs to be proofread.

ΜΑΡΚΟΥ AΥΡΗΛΙΟΥ ΑΝΤΩΝΙΝΟΥ

ΑΥΤΟΚΡΑΤΟΡΟΣ

ΤΩΝ ΕΙΣ ΕΑΥΤΟΝ


ΒΙΒΛΙΟΝ Α

α'. Παρὰ τοῦ πάππου Οὐήρου, τὸ καλόηθες καὶ ἀόργητον.

β'. Παρὰ τῆς δόξης καὶ μνήμης τῆς περὶ τοῦ γεννήσαντος, τὸ αἰδῆμον καὶ ἀρρενικόν.

γ'. Παρὰ τῆς μητρὸς τὸ θεοσεβὲς καὶ μεταδοτικὸν καὶ ἀφεκτικὸν οὐ μόνον τοῦ κακοποιεῖν, ἀλλὰ καὶ τοῦ ἐπὶ ἐννοίας γίνεσθαι τοιαύτης· ἔτι δὲ τὸ λιτὸν κατὰ τὴν δίαιταν καὶ πόρρω τῆς πλουσιακῆς διαγωγῆς.

δ'. Παρὰ τοῦ προπάππου, τὸ μὴ εἰς δημοσίας διατριβὰς φοιτῆσαι, καὶ τὸ ἀγαθοῖς διδασκάλοις κατ̓ οἶκον χρήσασθαι, καὶ τὸ γνῶναι, ὅτι εἰς τὰ τοιαῦτα δεῖ ἐκτενῶς ἀναλίσκειν.

2