δέ τις ἰδοῦσα ἔ-σκωψεν αὐτόν, τοιάδε λέγουσα, “σὺ μὲν φιλόσοφος καλεῖ, ἀληθῶς δὲ μωρὸς εἶ. τὰ μὲν γὰρ ἐν οὐρανῷ θέλεις εἰδέναι, τὰ δὲ παρὰ πόδας σε λανθάνει." λέγει δὲ καὶ Πλάτων, ὅτι πάντες οἱ φιλόσοφοι πάσχουσι ταὐτόν, ὅπερ ὁ Θαλῆς. περὶ γὰρ τῶν μὴ παρόντων σπεύδουσι, τῶν δὲ παρόντων οὐ μέλει αὐτοῖς.
X. The Dog and his Ticks.
κύων πλήρης ἦν κυνοραιστῶν. ἐχῖνος δὲ ἰδὼν κατᾧκτειρεν αὐτόν, καὶ ἔ-φη ἀφ-αιρήσειν τοὺς κυνοραίστας, ἐὰν θέλῃ. ὁ δὲ κύων οὐκ εἴασε. θαυμάσας δὲ ὁ ἐχῖνος ἐρωτᾷ, διὰ τί οὐκ ἐᾷ. ὁ δὲ κύων ἔ-φη, “οὗτοι μὲν ἤδη μεστοί εἰσι καὶ ὀλίγον αἷμα ἕλκουσι. ἐὰν δὲ τούτους ἀφ-έλῃς, ἕτεροι πεινῶντες προσ-ίασι, καὶ ἕλξουσί μου τὸ λοιπὸν αἷμα."
XI. The Fox and his Tail.
ἀλώπηξ ποτὲ ἐν πάγῃ ἐ-λήφθη. καὶ αὐτὴ μὲν ἀπ-έ-φυγε, τὴν δὲ οὐρὰν ἐν τῇ πάγῃ ὑπ-έ-λιπεν, αἰσχυνομένη δὲ ὅτι μόνη τῶν ἀλωπέκων οὐρὰν οὐκ ἔχει, συν-ε-κάλεσε τὰς ἄλλας, συν-ελθούσαις δὲ ἔ-λεξε τάδε, “ὦ φίλαι, ἐὰν ἐμοὶ πείθησθε, τὰς οὐρὰς ἀπο-κόψετε. ἀχρεῖον γάρ ἐστι καὶ βαρύ." ἀλώπηξ δέ τις ἀπ-ε-κρίνατο, “ὦ φίλη, εἰ μὴ τὴν σὴν οὐρὰν ἀπ-ώλεσας, οὐκ ἂν ταῦτα συν-ε-βούλευσας."
XII. The Blind Man and his Dog.
τυφλῷ τινι γέροντι μικρὸς κύων ἦν. οὗτος δὲ κανοῦν περι-φέρων, συν-έ-λεγε σιτία καὶ ἄργυρον. ἀπὸ