The Periplus of Hanno/Greek text
ΑΝΝΩΝΟΣ
ΚΑΡΧΗΔΟΝΙΩΝ ΒΑΣΙΛΕΩΣ ΠΕΡΙΠΛΟΥΣ
ΤΩΝ ΥΠΕΡ ΤΑΣ ΗΡΑΚΛΕΟΥΣ ΣΤΗΛΑΣ ΛΙΒΥΚΩΝ ΤΗΣ ΓΗΣ ΜΕΡΩΝ
(Ὃν καὶ άνέθηκε ἐν τῷ τοῦ Κρόνου τεμένει, δηλοῦντα τάδε·)
1. Ἔδοξε Καρχηδονίοις Ἅννωνα χλεῖν ἔξω Στηλῶν Ἡρακλείων καὶ πόλεις κτίζειν Λίβυφοινίων. Καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σῖτα καὶ τὴν ἄλλην παρασκευήν.
2. Ώς δ' ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δ᾽ αὐτῇ μέγα ὑχῆν.
3. Κἄπειτα πρὸς ἑσπέραν ἁναχθέντες ἐπὶ Σολόεντα, Λυβικὸν ἀκρωτήριον λάσιον δένδρεσι, συνήλθομεν.
4. Ἔνθα Ποσειδῶνος ἱερὸν ἱδρυσάμενοι πάλιν ἐπέβημεν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας ἥμισυ, ἄχρι ἐκομίσθημεν εἰς λίμνην οὐ πόρρω τῆς θαλάττης κειμένην, καλάμου μεστὴν πολλοῦ καὶ μεγάλου· ἐνῆσαν δὲ καὶ ἐλέφαντες καὶ τἆλλα θηρία νεμόμενα πάμπολλα.
5. Τήν τε λίμνην παραλλάξαντες ὅσον ἡμέρας πλοῦν, κατῳκίσαμεν πόλεις πρὸς τῇ θαλάττῃ καλουμένας Καρικόν τε τείχος καὶ Γύττην καὶ Ἄκραν καὶ Μέλιτταν καὶ Ἄραμβυν.
6. Κἀκεῖθεν δ᾽ ἀναχθέντες ἤλθομεν ἐπὶ μέγαν ποταμὸν Λίξον, ἀπὸ τῆς Λιβύης ῥέοντα. Παρὰ δ᾽ αὐτὸν νομάδες ἄνθρωποι Λιξῖται βυσκήματ᾽ ἔνεμον, παρ᾽ οἷς ἐμείναμεν ἄχρι τινός, φίλοι γενόμενοι.
7. Τούτων δὲ καθύπερθεν Αἰθίοπες ᾤκουν ἄξενοι, γῆν νεμόμενοι θηριώδη, διειλημμένην ὄρεσι μεγάλοις, ἐξ ὧν ῥεῖν φασι τὸν Αίξον, περὶ δὲ τὰ ὄρη κατοικεῖν ἀνθρώπους ἀλλοιομόρφους, Τρωγλοδύτας· οὓς ταχυτέρους ἵππων ἐν δρόμοις ἔφραζον οἱ Αιξῖται.
8. Λαβόντες δὲ παρ᾽ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ πάλιν πρὸς ἥλιον ἀνίσχοντα ἡμέρας δρόμον. Ἔνθα εὕρομεν ἐν μυχῷ τινος κόλπου νῆσον μικράν, κύκλον ἔχουσαν σταδίων πέντε· ἣν κατῳκίσαμεν, Κέρνην ὀνομάσαντες. Ἐτεκμαιρόμεθα δ᾽ αὐτὴν ἐκ τοῦ περίπλου κατ᾽ εὐθὺ κεῖσθαι Καρχηδόνος· ἐῴκει γὰρ ὁ πλοῦς ἔκ τε Καρχηδόνος ἐπὶ Στήλας κἀκεῖθεν ἐπὶ Κέρνην.
9. Τοὐντεῦθεν εἰς λίμνην ἀφικόμεθα, διά τινος ποταμοῦ μεγάλου διαπλεύσαντες, [ᾧ ὄνομα] Χρέτης· εἶχε δὲ νήσους ή λίμνη τρεῖς μείζους τῆς Κέρνης. Ἀφ᾽ ὧν ἡμερήσιον πλοῦν κατανύσαντες, εἰς τὸν μυχὸν τῆς λίμνης ἤλθομεν, ὑπὲρ ἣν ὄρη μέγιστα ὑπερέτεινε, μεστὰ ἀνθρώπων ἀγρίων, δέρματα θήρεια ἐνημμένων, οἳ πέτροις βάλλοντες ἀπήραξαν ἡμᾶς, κωλύοντες ἐκβῆναι.
10. Ἐκεῖθεν πλέοντες εἰς ἕτερον ἤλθομεν ποταμὸν μέγαν καὶ πλατύν, γέμοντα κροκοδείλων καὶ ἵππων ποταμίων. Ὅθεν δὴ πάλιν ἐπιστρέψαντες εἰς Κέρνην ἐπανήλθομεν.
11. Ἐκεῖθεν δὲ ἐπὶ μεσημβρίαν ἐπλεύσαμεν δώδεκα ήμέρας, τὴν γῆν παραλεγόμενοι, ἣν πᾶσαν κατῴκουν Αἰθίοπες φεύγοντες ἡμᾶς καὶ οὐχ ὑπομένοντες· ἀσύνετα δ᾽ ἐφθέγγοντο καὶ τοῖς μεθ᾽ ἡμῶν Λιξίταις.
12. Τῇ δ᾽ οὖν τελευταίᾳ ἡμέρᾳ προσωρμίσθημεν ὄρεσι μεγάλοις δασέσιν. Ἦν δὲ τὰ τῶν δένδρων ξύλα εὐώδη τε καὶ ποικίλα.
13. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα ἐν θαλάττης χάσματι ἀμετρήτῳ, ἧς ἐπὶ θάτερα προς τῇ γῇ πεδίον ἦν· ὅθεν νυκτὸς ἀφεωρῶμεν πῦρ ἀναφερόμενον πανταχόθεν κατ᾽ ἀποστάσεις, τὸ μὲν πλέον, τὸ δ᾽ ἔλλατον.
14. Ὑδρευσάμενοι δ᾽ ἐκεῖθεν ἐπλέομεν εἰς τοὔμπροσθεν ἡμέρας πέντε παρὰ γῆν, ἄχρι ἤλθομεν εἰς μέγαν κόλπον, ὃν ἔφασαν οἱ ἑρμηνέες καλεῖσθαι Ἑσπέρου Κέρας. Ἐν δὲ τούτῳ νῆσος ἦν μεγάλη καὶ ἐν τῇ νήσῳ λίμνη θαλασσώδης, ἐν δὲ ταύτῃ νῆσος ἑτέρα, εἰς ἣν ἀποβάντες ἡμέρας μὲν οὐδὲν ἀφεωρῶμεν ὅτι μὴ ὕλην, νυκτός δὲ πυρά τε πολλὰ καιόμενα, καὶ φωνὴν αὐλῶν ἠκούομεν κυμβάλων τε καὶ τυμπάνων πάταγον καὶ κραυγὴν μυρίαν. Φόβος οὖν ἔλαβεν ἡμᾶς, καὶ οἱ μάντεις ἐκέλευον ἐκλείπειν τὴν νῆσον.
15. Ταχὺ δ᾽ έκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστ[ήν· μέγιστ]οι δ᾽ ἀπ᾽ αὐτῆς πυρώδεις ῥύακες ἐνέβαλλον εἰς τὴν θάλατταν. Ἡ γῆ δ᾽ ὑπὸ θέρμης ἄβατος ἦν.
16. Ταχὺ ούν κακεῖθεν φοβηθέντες ἀπεπλεύσαμεν. Τέτταρας δ᾽ ἡμέρας φερόμενοι, νυκτὸς τὴν γῆν ἀφεωρῶμεν φλoγὸς μεστήν· ἐν μέσῳ δ᾽ ἦν ἠλίβατόν τι πῦρ, τῶν ἄλλων μεῖζον, ἁπτόμενον, ὦς ἐδόκει, τῶν ἄστρων. Τοῦτο δ᾽ ἡμέρας ὄρος ἐφαίνετο μέγιστον, Θεῶν ὄχημα καλούμενον.
17. Τριταῖοι δ᾽ ἐκεῖθεν πυρώδεις ῥύακας παραπλεύσαντες ἀφικόμεθα εἰς κόλπον Νότου Κέρας λεγόμενον.
18. Ἐν δὲ τῷ μυχῷ νῆσος ἦν, ἐοικυῖα τῇ πρώτῃ, λίμνην ἔχουσα· καὶ ἐν ταύτῃ νῆσος ἦν ἑτέρα, μεστὴ ἀνθρώπων ἀγρίων. Πολὺ δὲ πλείους ἦσαν γυναῖκες, δασεῖται τοῖς σώμασιν· ἃς οἱ ἑρμηνέες ἐκάλουν Γορίλλας. Διώκοντες δὲ ἄνδρας μὲν συλλαβεῖν οὐκ ἠδυνήθημεν, ἀλλὰ πάντες (μὲν) ἐξέφυγον, κρημνοβάται ὄντες καὶ τοῖς πέτροις ἀμυνόμενοι, γυναῖκας δὲ τρεῖς, αἳ δάκνουσαί τε καὶ σπαράττουσαι τοὺς ἄγοντας οὐκ ἤθελαν ἕπεσθαι. Ἀποκτείναντες μέντοι αὐτάς ἐξεδείραμεν καὶ τὰς δορὰς ἐκομίσαμεν εἰς Καρχηδόνα. Οὐ γὰρ ἔτι ἐπλεύσαμεν προσωτέρω, τῶν σίτων ἡμᾶς ἐκλιπόντων.